Προσευχή Εσπέρας Μ. Τετάρτης - Όρθρου Μεγάλης Πέμπτης.

Δι' ευχών των Αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός ημών, ελέησον ημάς. Αμήν.

Ψαλμός ρμβ' (142)

Κύριε, εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία Σου, εισάκουσόν μου εν τη δικαιοσύνη Σου. Και μη εισέλθης εις κρίσιν μετά του δούλου Σου, ότι ου δικαιωθήσεταιενώπιόν Σου πας ζων. Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου, εταπείνωσεν εις γην την ζωήν μου. Εκάθισέ με εν σκοτεινοίς, ως νεκρούς αιώνος, και ηκηδίασενεπ'εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις Σου, εν ποιήμασιν των χειρών Σου εμελέτων. Διεπέτασα προς Σε τας χείρας μου, η ψυχή μου ως γη άνυδρός Σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμα μου. Μη αποστρέψης το πρόσωπόν Σου απ'εμού, και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόνποίησόν μοι το πρωί το έλεός Σου, ότι επί Σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, οδόν, εν η πορεύσομαι, ότι προς Σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχθρών μου, Κύριε, προς Σε κατέφυγον, δίδαξόν με του ποιείν το θέλημά Σου, ότι Συ ει ο Θεός μου. Το πνεύμα Σου το αγαθόν οδηγήσει με εν γη ευθεία, ένεκεν του ονόματός Σου, Κύριε, ζήσεις με. Εν τη δικαιοσύνη Σου, εξάξεις εκ θλίψεως την ψυχήν μου. Και εν τω ελέει Σου εξολοθρεύσεις τους εχθρούς μου, και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλος Σου ειμί.

Τροπάριον 
Ἦχος πλ. δ’

Ὅτε οἱ ἔνδοξοι Μαθηταί, ἐν τῷ νιπτῆρι τοῦ Δείπνου ἐφωτίζοντο, τότε Ἰούδας ὁ δυσσεβής, φιλαργυρίαν νοσήσας ἐσκοτίζετο, καὶ ἀνόμοις κριταῖς, σὲ τὸν δίκαιον Κριτὴν παραδίδωσι. Βλέπε χρημάτων ἐραστά, τὸν διὰ ταῦτα ἀγχόνῃ χρησάμενον, φεῦγε ἀκόρεστον ψυχὴν τὴν Διδασκάλῳ τοιαῦτα τολμήσασαν. Ὁ περὶ πάντας ἀγαθός, Κύριε δόξα σοι. 

Ἦχος πλ. β' 

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ 

«Τῷ συνδέσμῳ τῆς ἀγάπης, συνδεόμενοι οἱ Ἀπόστολοι, τῷ δεσπόζοντι τῶν ὅλων, ἑαυτοὺς Χριστῷ, ἀναθέμενοι, ὡραίους πόδας ἐξαπενίζοντο, εὐαγγελιζόμενοι πᾶσιν εἰρήνην».

Ἡ τὸ ἄσχετον κρατοῦσα, καὶ ὑπερῷον ἐν αἰθέρι ὕδωρ, ἡ ἀβύσσους χαλινοῦσα, καὶ θαλάσσας ἀναχαιτίζουσα, Θεοῦ σοφία, ὕδωρ Νιπτῆρι βάλλει· πόδας ἀποπλύνει δὲ δούλων Δεσπότης.

Μαθηταῖς ὑποδεικνύει, ταπεινώσεως ὁ Δεσπότης τύπον· ὁ νεφέλαις δὲ τὸν πόλον περιβάλλων, ζώννυται λέντιον, καὶ κάμπτει γόνυ, δούλων ἐκπλῦναι πόδας, οὗ ἐν τῇ χειρὶ πνοὴ πάντων τῶν ὄντων.

Καταβασία

«Τῷ συνδέσμῳ τῆς ἀγάπης, συνδεόμενοι οἱ Ἀπόστολοι, τῷ δεσπόζοντι τῶν ὅλων, ἑαυτοὺς Χριστῷ, ἀναθέμενοι, ὡραίους πόδας ἐξαπενίζοντο, εὐαγγελιζόμενοι πᾶσιν εἰρήνην»

Κοντάκιον 
Ἦχος β' 

Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ 

Τὸν ἄρτον λαβών, εἰς χεῖρας ὁ προδότης, κρυφίως αὐτάς, ἐκτείνει καὶ λαμβάνει, τὴν τιμὴν τοῦ πλάσαντος, ταῖς οἰκείαις χερσὶ τὸν ἄνθρωπον, καὶ ἀδιόρθωτος ἔμεινεν, Ἰούδας ὁ δοῦλος καὶ δόλιος.

Ὁ Οἶκος 

Τῇ μυστικῇ ἐν φόβῳ τραπέζῃ, προσεγγίσαντες πάντες, καθαραῖς ταῖς ψυχαῖς, τὸν ἄρτον ὑποδεξώμεθα, συμπαραμένοντες τῷ Δεσπότῃ, ἵνα ἴδωμεν τοὺς πόδας πῶς ἀπονίπτει τῶν Μαθητῶν, καὶ ἐκμάσσει τῷ λεντίῳ, καὶ ποιήσωμεν ὥσπερ κατίδωμεν, ἀλλήλοις ὑποταγέντες, καὶ ἀλλήλων τοὺς πόδας ἐκπλύνοντες· αὐτὸς γὰρ ὁ Χριστὸς οὕτως ἐκέλευσε, τοῖς αὐτοῦ Μαθηταῖς ὡς προέφησεν, ἀλλ' οὐκ ἤκουσεν, Ἰούδας ὁ δοῦλος καὶ δόλιο

Τῇ ἁγίᾳ καὶ μεγάλῃ Πέμπτῃ, οἱ τὰ πάντα καλῶς διαταξάμενοι θεῖοι Πατέρες, ἀλληλοδιαδόχως ἔκ τε τῶν θείων Ἀποστόλων, καὶ τῶν ἱερῶν Εὐαγγελίων, παραδεδώκασιν ἡμῖν τέσσαρά τινα ἑορτάζειν, τὸν ἱερὸν Νιπτῆρα, τὸν μυστικὸν Δεῖπνον (δηλαδὴ τὴν παράδοσιν τῶν καθ' ἡμᾶς φρικτῶν Μυστηρίων), τὴν ὑπερφυᾶ Προσευχήν, καὶ τὴν Προδοσίαν αὐτήν.

Στίχοι εἰς τὸν Ἱερὸν Νιπτήρα

Νίπτει Μαθητῶν ἑσπέρας Θεὸς πόδας,

Οὗ ποῦς πατῶν ἦν εἰς Ἐδὲμ δείλης πάλαι.

Εἰς τὸν Μυστικον Δεῖπνον

Διπλοῦς ὁ Δεῖπνος· Πάσχα γὰρ νόμου φέρει,

Καὶ Πάσχα καινόν, Αἷμα. Σῶμα Δεσπότου.

Εἰς τὴν ὑπερφυᾶ Προσευχὴν

Προσεύχῃ· καὶ φόβητρα, θρόμβοι αἱμάτων,

Χριστέ, προσώπου, παραιτούμενος δῆθεν

Θάνατον, ἐχθρὸν ἐν τούτοις φενακίζων.

Εἰς τὴν Προδοσίαν

Τί δεῖ μαχαιρῶν, τί ξύλων λαοπλάνοι,

Πρὸς τὸ θανεῖν πρόθυμον εἰς Κόσμου λύτρον.

Τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν. ἐλέησον ἡμᾶς. Ἀμήν.

Δόξα... 

Ἦχος πλ. α' 

Ὁ τρόπος σου δολιότητος γέμει, παράνομε Ἰούδα· νοσῶν γὰρ φιλαργυρίαν, ἐκέρδησας μισανθρωπίαν· εἰ γὰρ πλοῦτον ἠγάπας, τί τῷ περὶ πτωχείας διδάσκοντι ἐφοίτας; εἰ δὲ καὶ ἐφίλεις, ἵνα τί ἐπώλεις τὸν ἀτίμητον, προδιδοὺς εἰς μιαιφονίαν. Φρῖξον ἥλιε, στέναξον ἡ γῆ, καὶ κλονουμένη βόησον· Ἀνεξίκακε Κύριε δόξα σοι. 

Καὶ νῦν... 

Ἦχος πλ. α' 

Μυσταγωγῶν σου Κύριε τοὺς Μαθητάς, ἐδίδασκες λέγων. Ὦ φίλοι, ὁρᾶτε, μηδεῖς ὑμᾶς χωρίσει μου φόβος· εἰ γὰρ πάσχω, ἀλλ' ὑπὲρ τοῦ Κόσμου· μὴ οὖν σκανδαλίζεσθε ἐν ἐμοί· οὐ γὰρ ἦλθον διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχήν μου, λύτρον ὑπὲρ τοῦ Κόσμου. Εἰ οὖν ὑμεῖς φίλοι μού ἐστε, ἐμὲ μιμεῖσθε· ὁ θέλων πρῶτος εἶναι, ἔστω ἔσχατος, ὁ δεσπότης, ὡς ὁ διάκονος· μείνατε ἐν ἐμοί, ἵνα βότρυν φέρητε· ἐγὼ γάρ εἰμι τῆς ζωῆς ἡ ἄμπελος.

Αγιος ο Θεός, Αγιος Ισχυρός, Αγιος Αθάνατος, ελέησον ημάς. (Τρις).

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν, και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.

Παναγία Τριάς, ελέησον ημάς. Κύριε ιλάσθητι ταις αμαρτίαις ημών, Δέσποτα, συγχώρησον τας ανομίας ημίν, Αγιεεπίσκεψαι και ίασαι τας ασθαινείας ημών, ένεκεν του ονόματός Σου. Κύριε, ελέησον. Κύριε, ελέησον. Κύριε, ελέησον.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν, και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.

Πάτερ ημών ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά Σου, ελθέτω η Βασιλεία Σου, γεννηθήτω το θέλημά Σου ως εν ουρανώ και επί της γης. Τον άρτον ημών τον επιούσιονδος ημίν σήμερον, και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών. Και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού.

Ἐξαποστειλάριον 
Ἦχος γ' Αὐτόμελον, (Ἐκ γ') ΤΟ ΑΚΟΥΤΕ 

Τὸν νυμφῶνά σου βλέπω, Σωτήρ μου κεκοσμημένον, καὶ ἔνδυμα οὐκ ἔχω, ἵνα εἰσέλθω ἐν αὐτῷ, λάμπρυνόν μου τὴν στολὴν τῆς ψυχῆς, Φωτοδότα, καὶ σῶσόν με.

Εάν θέλετε τώρα μπορείτε να επαναλάβετε 12 τουλάχιστον φορές ή όσες θέλετε την ευχή : "Κύριε Ιησού Χριστέ, ελέησόν με"

Δι' ευχών των Αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός ημών, ελέησον ημάς. Αμήν.

Ι.Μ. Κουδουμά